Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.163 Joseph. AJ 18.168 (English) >>Joseph. AJ 18.172

18.166αὖθις δὲ αὐτῷ Τιβέριος Καῖσαρ συνίστησιν υἱωνὸν τὸν αὐτοῦ κελεύων τὰ πάντα αὐτῷ ταῖς ἐξόδοις παρατυγχάνειν. Ἀγρίππας δὲ φιλίᾳ δεχθεὶς ὑπὸ τῆς Ἀντωνίας κατὰ θεραπείαν τρέπεται τὴν Γαΐου υἱωνοῦ τε ὄντος αὐτῇ καὶ εὐνοίᾳ τοῦ πατρὸς εἰς τὰ πρῶτα τιμωμένου. 18.167καὶ γὰρ ἦν ἄλλος Σαμαρεὺς γένος Καίσαρος δὲ ἀπελεύθερος· παρὰ τούτου δάνεισμα μυριάδας ἑκατὸν εὑρόμενος τῇ τε Ἀντωνίᾳ καταβάλλει τὸ ὀφειληθὲν χρέος καὶ τῶν λοιπῶν τῷ ἀναλώματι θεραπεύων τὸν Γάιον μειζόνως ἐν ἀξιώματι ἦν παρʼ αὐτῷ. 18.168

Προϊούσης δὲ ἐπὶ μέγα τῷ Ἀγρίππᾳ τῆς πρὸς Γάιον φιλίας αἰωρουμένοις ποτὲ λόγος περὶ τοῦ Τιβερίου γίνεται, καὶ τοῦ Ἀγρίππου κατʼ εὐχὰς τραπομένου, μόνω δʼ ἤστην, τάχος Τιβέριον ὑπεκστάντα τῆς ἀρχῆς Γαΐῳ παραχωρεῖν ἀξιωτέρῳ τὰ πάντα ὄντι, τούτων ἀκροᾶται τῶν λόγων Εὔτυχος, Ἀγρίππου δʼ ἦν ἀπελεύθερος ἡνίοχος, καὶ παραχρῆμα μὲν σιγῇ παρεδίδου. 18.169κλοπῆς δὲ ἱματίων αὐτῷ τοῦ Ἀγρίππου ἐπικαλουμένης, καὶ ἀκριβῶς δὲ ἐκεκλόφει, φυγὼν καὶ ληφθεὶς ἀγωγῆς αὐτοῦ ἐπὶ Πείσωνα γενομένης, ὃς ἦν φύλαξ τῆς πόλεως, ἐρομένου τὴν αἰτίαν τῆς φυγῆς Καίσαρί φησιν ἀπορρήτους ἔχειν λόγους εἰπεῖν ἐπʼ ἀσφαλείᾳ τῆς σωτηρίας αὐτοῦ φέροντας, ὥστε δήσας αὐτὸν ἔστελλεν εἰς τὰς Καπρέας, καὶ Τιβέριος τῷ αὑτοῦ τρόπῳ χρώμενος εἶχεν αὐτὸν δέσμιον, μελλητὴς εἰ καί τις ἕτερος βασιλέων τυράννων γενόμενος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.163 Joseph. AJ 18.168 (English) >>Joseph. AJ 18.172

Powered by PhiloLogic